Ῥοδέριχος
Ἑλληνίζωμεν
Ἀκροάματα τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ὑπὸ τοῦ Ῥοδερίχου ποιούμενα
Where to listen?
Podcasts in the app Replaio Radio Coming soonPodcasts are coming to the app soon. Install now and be the first to see a whole new take on podcasts
Episodes
Ἑλληνίζωμεν (θ')· Ἑλληνίζοντες τοῦ θέρους ἐν τῇ Μαδρίτῃ 03.09.2023 17:11
Χαῖρε. Ἐνθάδε διάλογον ἀκούσει ὃς ἐν τῇ Μαδρίτῃ ἐγένετο τῇ ἡμέρᾳ 22ῃ τοῦ Αὐγούστου (τοῦ ἔτους 2023ου), ἐν τῷ Οὐρανῷ (https://culturaclasica.com/iii-ouranos). Πλὴν ἐμοῦ, τοῦ διαλόγου μετέχουσιν· ἡ Ἄννα καὶ ἡ Λίδα τῆς Ῥωμαϊκῆς Ἀγορᾶς (http://infororomano.blogspot.com), ἡ Τάνια, ἡ Ἄγγελα, ὁ Σιδώνιος, ὁ Λουκᾶς, ἡ Εὐγενία Μανωλίδου (τῆς Ἑλληνικῆς Ἀγωγῆς https://ellinikiagogi.gr), ἡ Ἰέννι Teichmann (τῆς...
Ἑλληνίζωμεν (ηʹ)· πάλιν ἐν τῷ Κήπῳ τῶν Μουσῶν (καὶ θορύβων καὶ τεττίγων) 27.08.2023 34:48
Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας, τήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν τρίτον ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ (https://www.idyllion.eu). Τῆτες τῶν μαθημάτων διδάσκαλοι καὶ τῶν διαλόγων ἡγεμόνες ἐγένοντο ὁ Φλωριανός Feicht (ἢ Ψύλλα) καὶ ὁ Federico Aurora, παρ' οἷς δύο ἑβδομάδας τρὶς τῆς ἡ...
Ἑλληνίζωμεν (ζʹ)· ἐν τῷ Κήπῳ τῶν Μουσῶν (καὶ τεττίγων) 19.07.2022 41:45
Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας (ἄλλοτε δὲ περὶ τούτου), σήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ ( https://www.idyllion.eu ). Τῆτες τῶν μαθημάτων διδάσκαλος καὶ τῶν διαλόγων ἡγεμὼν ἐγένετο ὁ Federico Aurora ( https://www.ub.uio.no/english/about/people/uhs/sp...
Ἑλληνίζωμεν (ϛʹ)· παρὰ μετόχοις τῶν ἐν Ποσνανίᾳ μαθημάτων 10.08.2019 12:23
Σήμερον παρ' ὀλίγοις τῶν ἑκατὸν τριάκοντα μετόχων τῶν ἐν Ποσνανίᾳ τῆς Πολωνίας μαθημάτων τόδε τὸ ἀκρόαμα ποιῶ. Αἱ σελίδες τούτων τῶν θερινῶν μαθημάτων· https://scholaaestivaposnaniensis.wordpress.com https://www.facebook.com/events/549811658871862 ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker ( https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube...
Ἑλληνίζωμεν (ε')· Μετὰ τοῦ Ῥογήρου Τολέδο, περὶ ἄλλων τε καὶ θερινῶν μαθημάτων 21.05.2019 29:36
Ἐνθάδε ἔξεστιν ὑμῖν τοῦ Ῥογήρου Τολέδο καὶ ἐμοῦ ἀκούειν περὶ ἄλλων τε καὶ περὶ τῶν θερινῶν μαθημάτων ἀρχαίων γλωσσῶν διαλεγομένων ἃ ἐν Ποσνανίᾳ τῆς Πολωνίας γενήσεται, οὗ μέλλομεν διδάσκαλοι παρεῖναι τῆς ἑλληνικῆς γλώσσης. Ὁ Ῥογῆρος ἐν τῷ YouTube· https://www.youtube.com/channel/UC4hkPN_CZCGfrL5-xYYMjbQ Αἱ σελίδες τῶν θερινῶν μαθημάτων· https://scholaaestivaposnaniensis.wordpress.com https://www.f...
Ἑλληνίζωμεν (δ')· Τίνα μαθήματα διδάσκω; 21.05.2019 3:18
Τίνα μαθήματα καὶ ποῦ καὶ ποίους μαθητὰς εἴωθα διδάσκειν; Σήμερον ἐν βραχεῖ περὶ τῶν μαθημάτων τῆς ῥωμαϊκῆς γλώσσης (ἃ τῇ Familia Romana χρώμενος διδάσκω) καὶ τῆς νῦν ἑλληνικῆς γλώσσης λέγω. ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker ( https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube ( https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe...
Ἐπανῆλθον! Περὶ ἀσχολιῶν τῶν προτεραίων καὶ τῶν ἑπομένων μηνῶν · Ἑλληνίζωμεν (γ') 22.03.2019 7:42
Μετὰ πολὺν χρόνον τὸ τρίτον ἀκρόαμα ποιῶ. Καὶ τούτου τὴν αἰτίαν, τὸ διὰ τί τοσοῦτον χρόνον ἀπῆν ἀσχολιῶν τινῶν ἕνεκα, καὶ ἄλλας ἀσχολίας ἀναφέρω περὶ μελλόντων πραγμάτων ἐν βραχεῖ λέγων. Ταύταις ταῖς ἡμέραις ῥᾷόν ἐστί μοι ἀκροάματα ποιεῖν, ἀλλὰ χαλεπά τινα ἐγένετο ἐν ᾧ τόδε τὸ ἀκρόαμα ἐποίουν οὐδὲ ἄπεστι τὰ κακὰ λεχθέντα· μείζονος οὖν χρόνου εἴη ἂν πάλιν τα πάντα ἄλλῃ ἡμέρᾳ ποιεῖν… ἢ ἄλλῃ ἑβδομάδι...
Τίσι βιβλίοις διδάσκοντες χρῆσθε · Ἑλληνίζωμεν (β') 20.01.2019 8:42
Ἐν τῷδε τῷ δευτέρῳ ἀκροάματι περὶ βιβλίων ἐρωτῶ οἷς χρῆσθε τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν διδάσκοντες. Συγγνώμην ἔχετέ μου ἐνίοτε κακῶς ταῦτα τὰ μὴ προγεγραμμένα λέγοντος. Τὸ ἀκρόαμα ἀκούειν ἔξεστι καὶ ἐν τῷ YouTube· https://www.youtube.com/watch?v=vIcw7cBpbzQ Καὶ δὴ καὶ ἐν Spotify, iTunes… Ἔξεστί μοι ὑμῖν ἀποκρινομένοις διαλέγεσθαι καὶ ἐν τῷ Twitter (@Rodericus).
Ἑλληνίζωμεν 11.01.2019 4:09
Χαίρετε! Ὄνομά μοι Ῥοδέριχός ἐστιν καὶ ἀκροάματα ἄρχομαι τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ποιῶν. Καὶ ῥωμαϊστί· https://www.spreaker.com/show/intercapedines-latinae
Similar podcasts
Replaio is not a podcast publisher; show names, artwork and audio belong to their authors and are distributed through public RSS feeds.